Τετάρτη, 16 Μαΐου 2012

Σκῦρος 2010






Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυὶδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ παρθένος τεκοῦσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ·
διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ πατὴρ τῆς μητρὸς γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα·
«Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὑψηλὲ βασιλεῦ, τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, τί πρὸς γηΐνους ἤλυθας;
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, ἀλλ᾿ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάῤῥᾳ τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.»


Ρωμανοῦ τοῦ Μελωδοῦ

Μηνὶ δεκεμβρίῳ κεʹ, κοντάκιον τῆς Χριστοῦ γεννήσεως, ἦχος γʹ, οἶκοι,
φέρον ἀκροστιχίδα· τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος
 


Τετράδιο 141 * Δεκέμβριος 2011